ἢ σκάρον ἢ κῶθον τροφίην καὶ ἀναιδέα λίην.καὶ Σώφρων ἐν τῷ Ἀγροιώτῃ ῾fr. 52 Bo':' ‘κωθωνοπλύται᾽ φησὶ καὶ τὸν τοῦ θυννοθήρα δὲ υἱὸν ἴσως ἀπὸ τούτου Κωθωνίαν προσηγόρευσεν. Σικελιῶται δ᾽ εἰσὶν οἱ τὸν κωβιὸν κώθωνα καλοῦντες, ὡς Νίκανδρός φησιν ὁ Κολοφώνιος ἐν ταῖς Γλώτταις ῾fr. 141 Sch' 'καὶ Ἀπολλόδωρος ἐν τοῖς περὶ Σώφρονος. Ἐπίχαρμος δ᾽ ἐν Ἥβας γάμῳ κωβιοὺς ὀνομάζει ῾p. 234 L':'
τρυγόνες τ᾽ ὀπισθόκεντροι καὶ μάλ᾽ ἁδροὶ κωβιοί.Ἀντιφάνης δ᾽ ἐν Τίμωνι ἐπαινῶν τοὺς κωβιοὺς καὶ ὁπόθεν εἰσὶ κάλλιστοι δηλοῖ διὰ τούτων ῾II 100 K':'
ἥκω πολυτελῶς ἀγοράσας εἰς τοὺς γάμους,Μένανδρος Ἐφεσίῳ ῾IV 125 M':'
λιβανωτὸν ὀβολοῦ τοῖς θεοῖς καὶ ταῖς θεαῖς
πάσαισι, τοῖς δ᾽ ἥρωσι τὰ ψαίστ᾽ ἀπονεμῶ.
ἡμῖν δὲ τοῖς θνητοῖς ἐπριάμην κωβιούς.
ὡς προσβαλεῖν δ᾽ ἐκέλευσα τὸν τοιχωρύχον,
τὸν ἰχθυοπώλην, ‘προστίθημι, φησί, σοὶ
τὸν δῆμον αὐτῶν: εἰσὶ γὰρ Φαληρικοί.'
ἄλλοι δ᾽ ἐπώλουν, ὡς ἔοικ᾽, Ὀτρυνικούς.
τῶν ἰχθυοπωλῶν ἀρτίως τις τεττάρωνποταμίων δὲ κωβιῶν μνημονεύει Δωρίων ἐν τῷ περὶ ἰχθύων.
δραχμῶν ἐτίμα κωβιοὺς .... σφόδρα.

