συναγαγὼνΦρύνιχος ῾I 387 K':'
τρεῖς ὄντας εἰς τρίκλινον ὑμᾶς.
ἑπτάκλινος οἶκος ἦν καλός,Εὔβουλος ῾II 208 K':'
εἶτ᾽ ἐννεάκλινος ἕτερος οἶκος.
θὲς ἑπτάκλινον. Β. ἑπτάκλινος οὑτοσί.Ἄμφις ῾II 249 K':'
Α. καὶ πέντε κλίνας Σικελικάς. Β. λέγ᾽ ἄλλο τι.
Α. Σικελικὰ προσκεφάλαια πέντε.
οὐχ ὑποστρώσεις ποτὲἈναξανδρίδης ῾II 162 K':'
τρίκλινον;
τρίκλινον δ᾽ εὐθέως συνήγετο
καὶ συναυλίαι γερόντων. —
ἀλλὰ ξενῶνας οἶγε καὶ ῥᾶνον δόμους
στρώννυ τε κοίτας καὶ πυρὸς φλέξον μένος
κρατῆρά τ᾽ αἴρου καὶ τὸν ἥδιστον κέρα ῾IV 605 M'.'

