previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

9. ἐν δὲ ταῦτ᾽ ἐγίγνετο, Μιθριδάτης ἔς τε τὴν ἑτέραν Ἀρμενίαν καὶ ἐς τὰ ἄλλα ἐσβαλὼν πολλοὺς τῶν Ῥωμαίων τοὺς μὲν ἀνὰ τὴν χώραν πλανωμένους ἀπροσδόκητός σφισι προσπεσὼν ἔφθειρε, τοὺς δὲ καὶ ἐκ μάχης κατέκοψε, κἀν τούτῳ καὶ τῶν χωρίων τὰ πλείω διὰ ταχέων ἀνεκτήσατο. [2] οἱ γὰρ ἄνθρωποι ἐκείνου τε εὔνοιαν ἔκ τε τοῦ ὁμοφύλου καὶ ἐκ τῆς πατρίου βασιλείας καὶ τῶν Ῥωμαίων μῖσος διά τε τὸ ὀθνεῖον καὶ διὰ τὸ ὑπὸ τῶν ἐφεστηκότων σφίσι κακουχεῖσθαι ἔχοντες, προσεχώρησάν τε αὐτῷ, καὶ μετὰ τοῦτο τὸν ἄρχοντα τῶν ἐκεῖ Ῥωμαίων Μᾶρκον Φάβιον [3] ἐνίκησαν. οἵ τε γὰρ Θρᾷκες οἱ πρότερον μὲν τῷ Μιθριδάτῃ μισθοφορήσαντες, τότε δὲ τῷ Φαβίῳ συνόντες, καὶ οἱ δοῦλοι οἱ ἐν τῷ Ῥωμαϊκῷ στρατοπέδῳ ὄντες ἰσχυρῶς αὐτοῖς ἐβοήθησαν. οἵ τε γὰρ Θρᾷκες ὑπὸ τοῦ Φαβίου ἐς προσκοπὴν πεμφθέντες [4] οὔτε τι ὑγιὲς ἀνήγγειλαν αὐτῷ, καὶ μετὰ τοῦτ᾽ ἐκείνου τε ἀφυλακτότερον προϊόντος καὶ τοῦ Μιθριδάτου ἐξαίφνης οἱ προσπεσόντος συνεπέθεντο τοῖς Ῥωμαίοις, καὶ ἐν τούτῳ καὶ οἱ δοῦλοι 1 ἐλευθερίαν σφίσι τοῦ βαρβάρου κηρύξαντος συνεπελάβοντο [5] τοῦ ἔργου. καὶ ... ἀνάλωσαν ἄν, εἰ μὴ Μιθριδάτης ... τοῖς πολεμίοις ἀναστρεφόμενος ῾καὶ γὰρ καὶ 2 ὑπὲρ τὰ ἑβδομήκοντα ἔτη γεγονὼς ἐμάχετὀ λίθῳ τε ἐπλήγη καὶ δέος τοῖς βαρβάροις μὴ καὶ ἀποθάνῃ παρέσχεν: ἐπισχόντων γάρ σφων [p. 16] διὰ τοῦτο τὴν μάχην ἠδυνήθησαν ἄλλοι τε καὶ Φάβιος ἐς τὸ ἀσφαλὲς ἀποφυγεῖν.

1 kai\ oi( dou=loi supplied by Reim.

2 kai\ ga\r kai\ Bs., kai\ ga\r *wP.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: