previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

44. συρφετώδεις μετέστη. καὶ μετὰ τοῦτο δίκης τέ τινος τῷ Μαλλίῳ πρὸς τῶν δυνατῶν παρασκευασθείσης, καὶ ἐκείνου χρόνον τινὰ ἐμποιῆσαι αὐτῇ σπουδάζοντος, τά τε ἄλλα κατ᾽ αὐτοῦ ἔπραττε, καὶ μόλις αὐτόν ῾ἐστρατήγει γὰρ καὶ τὴν ἡγεμονίαν τοῦ δικαστηρίου εἶχεν᾽ ἐς τὴν ὑστεραίαν ἀνεβάλετο, πρόφασιν ἐπ᾽ ἐξόδῳ τὸ ἔτος εἶναι ποιησάμενος. [2] κἀν τούτῳ δυσχεράναντος τοῦ ὁμίλου ἐσῆλθέ τε ἐς τὸν σύλλογον αὐτῶν, ἀναγκασθεὶς δῆθεν ὑπὸ τῶν δημάρχων, καὶ κατά τε τῆς βουλῆς κατέδραμε καὶ συναγορεύσειν τῷ Μαλλίῳ ὑπέσχετο. καὶ μὲν ἐκ τούτου τά τε ἄλλα κακῶς ἤκουε καὶ αὐτόμολος ὠνομάζετο, τάραχος δέ τις εὐθὺς ἐπιγενόμενος ἐκώλυσε τὸ δικαστήριον συναχθῆναι. [3] Πούπλιός τε γὰρ Παῖτος καὶ Κορνήλιος Σύλλας, ἀδελφιδοῦς ἐκείνου τοῦ πάνυ Σύλλου, ὕπατοί τε ἀποδειχθέντες καὶ δεκασμοῦ ἁλόντες ἐπεβούλευσαν τοὺς κατηγορήσαντάς σφων Κότταν τε καὶ Τορκουᾶτον Λουκίους, ἄλλως τε καὶ ἐπειδὴ αὐτοὶ [4] ἀνθῃρέθησαν, 1 ἀποκτεῖναι. καὶ παρεσκευάσθησαν μὲν ἄλλοι τε καὶ Γναῖος Πίσων καὶ Λούκιος Κατιλίνας ἀνὴρ θρασύτατος ῾ᾐτήκει δὲ καὶ αὐτὸς [p. 74] τὴν ἀρχήν, καὶ διὰ τοῦτο ὀργὴν ἐποιεῖτὀ, οὐ μέντοι καὶ ἠδυνήθησάν τι δρᾶσαι διὰ τὸ τήν τε ἐπιβουλὴν προμηνυθῆναι καὶ φρουρὰν τῷ τε Κόττᾳ καὶ τῷ Τορκουάτῳ παρὰ τῆς βουλῆς [5] δοθῆναι: ... δόγμα τι κατ᾽ αὐτῶν γενέσθαι, εἰ μὴ δήμαρχός τις ἠναντιώθη. ἐπεὶ δ᾽ οὗν καὶ ὣς Πίσων ἐθρασύνετο, ἐφοβήθη τε γερουσία μή τι συνταράξῃ, καὶ εὐθὺς αὐτὸν ἐς Ἰβηρίαν, πρόφασιν ὡς καὶ ἐπ᾽ ἀρχήν τινα, ἔπεμψε. καὶ μὲν ἐνταῦθα ὑπὸ τῶν ἐπιχωρίων, ἀδικήσας

1 a)nqh|re/qhsan Xyl., a)nh|re/qhsan L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: