Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἐπίχαρμόν φασι πάνυ σφόδρα πρεσβύτην ὄντα, μετά τινων ἡλικιωτῶν ἐν λέσχῃ καθήμενον, ἐπεὶ ἕκαστος τῶν παρόντων ἔλεγεν ὃ μέν τις ῾ἐμοὶ πέντε ἔτη ἀπόχρη βιῶναι,᾿ ἄλλος δὲ ῾ἐμοὶ τρία,᾿ τρίτου δὲ εἰπόντος ῾ ἐμοί γε τέτταρα,᾿ ὑπολαβὼν ὁ Ἐπίχαρμος ῾ὦ βέλτιστοἰ εἶπε, ῾τί στασιάζετε καὶ διαφέρεσθε ὑπὲρ ὀλίγων ἡμερῶν; πάντες γὰρ οἱ συνελθόντες κατά τινα δαίμονα ἐπὶ δυσμαῖς ἐσμεν: ὥστε ὥρα πᾶσιν ἡμῖν τὴν ταχίστην ἀνάγεσθαι, πρὸ τοῦ τινος καὶ ἀπολαῦσαι κακοῦ πρεσβυτικοῦ.᾿
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

