Click on a word to bring up parses, dictionary entries, and frequency statistics
κόμη πολλὴ καὶ στερεὸν τὸ πρέμνον καὶ αἱ ῥίζαι ἐν βάθει καὶ διασείοντες οἱ ἄνεμοι καὶ ἀμφιλαφὴς ἡ ἐξ αὐτοῦ σκιὰ καὶ ἀναστρέφουσαι αἱ ὧραι καὶ ὕδωρ τὸ μὲν διὰ τῶν ὀχετῶν ἐκτρέφον, τὸ δὲ ἐξ οὐρανοῦ ἐπάρδον: χλαμύδες δὲ αἱ Ξέρξου καὶ χρυσὸς ὁ τοῦ βαρβάρου καὶ τὰ ἄλλα δῶρα οὔτε πρὸς τὴν πλάτανον οὔτε πρὸς ἄλλο δένδρον εὐγενὲς ἦν. Κλαζομενίων τινὲς ἐς τὴν Σπάρτην ἀφικόμενοι καὶ ὕβρει καὶ ἀλαζονείᾳ χρώμενοι τοὺς τῶν ἐφόρων θρόνους ἔνθα εἰώθασι καθήμενοι χρηματίζειν καὶ τῶν πολιτικῶν ἕκαστα διατάττειν, ἀλλὰ τούτους γε τοὺς θρόνους ἀσβόλῳ κατέχρισαν. μαθόντες δὲ οἱ ἔφοροι οὐκ ἠγανάκτησαν, ἀλλὰ τὸν δημόσιον κήρυκα καλέσαντες προσέταξαν αὐτὸν δημοσίᾳ κηρύξαι τοῦτο δὴ τὸ θαυμαζόμενον ῾ἐξέστω Κλαζομενίοις ἀσχημονεῖν.᾿
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

