previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τί δὴ ταῦτα τὰ προοίμια ἀλλήλων διαφέρει; παρὰ Λυσίᾳ μὲν ἡδεῖά ἐστιν εἰσβολὴ καὶ δι᾽ οὐδὲν ἄλλο μᾶλλον ὅτι φυσικῶς πως εἴρηται καὶ ἀφελῶς: “ἀναγκαῖόν μοι δοκεῖ εἶναι, ἄνδρες δικασταί, περὶ τῆς φιλίας τῆς ἐμῆς καὶ τῆς Φερενίκου πρῶτον εἰπεῖν πρὸς ὑμᾶς.” καὶ τὸ ἐπιλεγόμενον τούτῳ ἔτι μᾶλλον ἀκατάσκευον φαίνεται εἶναι καί, ὡς ἂν ἰδιώτης τις εἰπεῖν δύναιτο, τὸ εἰρημένον: “ἵνα μηδεὶς ὑμῶν θαυμάσῃ, ὅτι ὑπὲρ οὐδενὸς ὑμῶν πώποτε εἰρηκὼς πρότερον ὑπὲρ τούτου νῦν λέγω.” παρὰ δὲ Ἰσαίῳ κατεσκεύασται τὸ δοκοῦν εἶναι ἀφελὲς καὶ οὐ λέληθεν, ὅτι ἐστὶ ῥητορικόν: “ἐγὼ καὶ πρότερον Εὐμάθει τούτῳ ἐγενόμην χρήσιμος δικαίως καὶ νῦν, εἴ τι ἔστι κατ᾽ ἐμέ, πειράσομαι συσσῴζειν αὐτόν.” ὑψηλότερά τε γάρ ἐστι καὶ ἧττον ἐκείνων ἀφελέστερα, καὶ ἔτι μᾶλλον τὰ ἐπιφερόμενα: “μικρὰ δέ μου ἀκούσατε, ἵνα μηδεὶς ὑπολάβῃ ὑμῶν, ὡς ἐγὼ προπετείᾳ ἄλλῃ τινὶ ἀδικίᾳ πρὸς τὰ Εὐμάθους πράγματα προσῆλθον.” τε γὰρ προπέτεια καὶ ἀδικία καὶ τὸ πρὸς τὰ Εὐμάθους πράγματα προσελθεῖν πεποιημένοις μᾶλλον ἔοικεν αὐτοφυέσι. καὶ αὖθίς γε παρὰ μὲν τῷ Λυσίᾳ πρόφασις [p. 101] λέγεται ἀνεπιτηδεύτως: “ἐμοὶ γάρ, ἄνδρες δικασταί, ξένος ἦν Κηφισόδοτος τούτου πατήρ, καὶ ὅτε ἐφεύγομεν, ἐν Θήβαις παρ᾽ ἐκείνῳ κατηγόμην καὶ ἐγὼ καὶ ἄλλος Ἀθηναίων βουλόμενος.” ἡδέως τε καὶ ἀφοριστικῶς τὰ μετὰ ταῦτα ἐπιτίθεται: “καὶ πολλὰ καὶ ἀγαθὰ καὶ ἰδίᾳ καὶ δημοσίᾳ παθόντες ὑπ᾽ αὐτοῦ εἰς τὴν ἡμετέραν αὐτῶν κατήλθομεν.” παρὰ δὲ τῷ Ἰσαίῳ πέφρασται περιεργότερον καὶ οὐ μακρὰν ἀπέχει τῆς Δημοσθένους κατασκευῆς: “τριηραρχοῦντος γάρ μου ἐπὶ Κηφισοδότου ἄρχοντος καὶ λόγου ἀπαγγελθέντος πρὸς τοὺς οἰκείους, ὡς ἄρα τετελευτηκὼς εἴην ἐν τῇ ναυμαχίᾳ, οὔσης μοι παρακαταθήκης παρ᾽ Εὐμάθει τούτῳ.” τό τε γὰρ λόγου ἀπαγγελθέντος καὶ τὸ ὡς ἄρα τετελευτηκὼς εἴην καὶ τὸ οὔσης ἐμοὶ παρακαταθήκης οὐκ ἂν φαίην ἔγωγε ἀφελῶς εἰρῆσθαι. ἐκείνως γὰρ λεγόμενα μᾶλλον ἀποίητα: “ὅτε γὰρ ἐτριηράρχουν καὶ ἀπηγγέλη τοῖς ἐνθάδε, ὡς ἄρα τετελευτηκὼς εἴην, ἔχων μου παρακαταθήκην Εὐμάθης οὑτοσί.”

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: