previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔστι δὴ καὶ παρὰ τῷ Λυσίᾳ τις ὑπὲρ ἀνδρὸς ξένου δίκην φεύγοντος περὶ κλήρου ποιούμενος τὴν ἀπολογίαν. τοῦτον ἐπιγράφει τὸν λόγον Καλλίμαχοςπερὶ Φερενίκου ὑπὲρ τοῦ Ἀνδροκλείδου κλήρουκαὶ ἔστι πολλοῖς πρότερον [p. 99] ἠγωνισμένος ἔτεσι θατέρου. ἐν τὴν αἰτίαν πρώτως ἐπιδείκνυσιν περὶ τοῦ ξένου ποιούμενος τοὺς λόγους ὥσπερ τὸν μέτοικον ἐξαιρούμενος εἰς ἐλευθερίαν. ἔστι δὲ τὸ προοίμιον τοῦ λόγου τόδε: “ἀναγκαῖόν μοι δοκεῖ εἶναι, ἄνδρες δικασταί, περὶ τῆς φιλίας τῆς ἐμῆς καὶ τῆς Φερενίκου πρῶτον εἰπεῖν πρὸς ὑμᾶς, ἵνα μηδεὶς ὑμῶν θαυμάσῃ, ὅτι ὑπὲρ οὐδενὸς ὑμῶν πώποτε εἰρηκὼς πρότερον ὑπὲρ τούτου νυνὶ λέγω. ἐμοὶ γάρ, ἄνδρες δικασταί, ξένος ἦν Κηφισόδοτος τούτου πατήρ, καὶ ὅτε ἐφεύγομεν, ἐν Θήβαις παρ᾽ ἐκείνῳ κατηγόμην καὶ ἐγὼ καὶ ἄλλος Ἀθηναίων βουλόμενος, καὶ πολλὰ καὶ ἀγαθὰ καὶ ἰδίᾳ καὶ δημοσίᾳ παθόντες ὑπ᾽ αὐτοῦ εἰς τὴν ἡμετέραν αὐτῶν κατήλθομεν. ἐπεὶ δ᾽ οὖν οὗτοι ταῖς αὐταῖς τύχαις ἐχρήσαντο καὶ φυγάδες Ἀθήναζε ἀφίκοντο, ἡγούμενος τὴν μεγίστην αὐτοῖς ὀφείλειν χάριν οὕτως οἰκείως αὐτοὺς ὑπεδεξάμην, ὥστε μηδένα γνῶναι τῶν εἰσιόντων, εἰ μή τις πρότερον ἠπίστατο, ὁπότερος ἡμῶν ἐκέκτητο τὴν οἰκίαν. οἶδε μὲν οὖν καὶ Φερένικος, ἄνδρες δικασταί, ὅτι πολλοὶ λέγειν εἰσὶν ἐμοῦ δεινότεροι καὶ μᾶλλον τοιούτων πραγμάτων ἔμπειροι, ἀλλ᾽ ὅμως ἡγεῖται τὴν ἐμὴν οἰκειότητα πιστοτάτην εἶναι. αἰσχρὸν οὖν μοι δοκεῖ εἶναι κελεύοντος τούτου καὶ δεομένου τὰ δίκαια αὐτῷ βοηθῆσαι περιιδεῖν αὐτόν, [p. 100] καθ᾽ ὅσον οἷός τ᾽ εἰμὶ ἐγώ, τῶν ὑπ᾽ Ἀνδροκλείδου δεδομένων στερηθῆναι.”

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: