Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ἀλλ᾽ ὑπὲρ μὲν τούτων, ὅσα ἄν τις τῷ λόγῳ ἐπεξέλθῃ
λελεγμένα ἐρεῖ πρὸς Ξενοφῶντος τοῦ πάλαι:
οὐδὲν γὰρ ἴδιον οὐδὲ διάφορον ἐν τῷ μαστεύειν ἢ μεταθεῖν
[p. 60]
ἐπιδεικνύουσιν, πλήν γε δὴ εἴ τις ἐθέλοι περὶ τῆς
ἰδέας αὐτῶν λέγειν, ἧς ἔμοιγε οὐ δοκεῖ ἄξιον ὅτι μὴ
τοῦτο εἰπεῖν μόνον, ὡς δασεῖαι καὶ πονηραὶ ἰδεῖν,
καὶ ὅσαι γενναιόταται αὐτῶν, αὗται αἱ πονηρόταται.
ὥστε εὐδοκιμεῖ ἐν Κελτοῖς ὁ ἀπεικάσας αὐτὰς τοῖς ἀνὰ τὰς ὁδοὺς πτωχεύουσιν. καὶ γὰρ φωνὴ αὐταῖς γοερά τε
καὶ ἐλεεινή ἐστιν, καὶ οὐχ ὡς θυμούμεναι ἄρα πρὸς τὸ
θηρίον ἐπικλάζουσιν ἐν τῇ ἰχνείᾳ, ἀλλ᾽ ὡς οἰκτιζόμεναι
καὶ λιπαροῦσαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

