Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
μεταθεῖν δὲ καὶ ἀνευρίσκειν
τὸν ὑποκινήσαντα οὔτε τῶν Καρικῶν φαυλότεραί
εἰσιν οὔτε τῶν Κρητικῶν, ὅτι μὴ κατὰ τὴν ὠκύτητα.
ἀγαπητὸν γοῦν εἰ καὶ ἕνα λαγῶ χειμῶνος ὥρᾳ κατακάνοιεν:
τοσαύτην διατριβὴν ἐς τὸ ἀναπαύεσθαι αὐτῷ
παρέχουσιν, εἰ μή πη ἄρα ὑπὸ θορυβούντων κυνῶν
ἁλοίη ἔκφρων γενόμενος. καλοῦνται δὲ Ἐγούσιαι αἵδε
αἱ κύνες, ἀπὸ ἔθνους Κελτικοῦ τὴν ἐπωνυμίαν ἔχουσαι,
οὗ πρῶτον, ὥς γέ μοι δοκεῖ, ἔφυσάν τε καὶ ηὐδοκίμησαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

