This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
εἰ γοῦν ὑποθεῖτό
τις τῷ λόγῳ τὸν Αἰσχίνην μετὰ τὴν κατὰ τοῦ Τιμάρχου
κατηγορίαν αὐτὸν ἁλῶναι καὶ φωραθῆναι τὰ
ὅμοια πάσχοντα, πόσον ἂν οἴει παρὰ τῶν ὁρώντων γενέσθαι
τὸν γέλωτα, εἰ Τίμαρχον μὲν ηὔθυνεν ἐπὶ τοῖς
καθ᾽ ὥραν ἡμαρτημένοις, αὐτὸς δὲ γέρων ἤδη τοιαῦτα
εἰς ἑαυτὸν παρενόμει; τὸ δ᾽ ὅλον ἐκείνῳ τῷ φαρμακοπώλῃ
ἔοικας, ὃς ἀποκηρύττων βηχὸς φάρμακον καὶ αὐτίκα
παύσειν τοὺς πάσχοντας ὑπισχνούμενος αὐτὸς μεταξὺ
σπώμενος ὑπὸ βηχὸς ἐφαίνετο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.