This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[14]
εἰ μὲν οὖν τοῦτον ἐτεθείκειν τὸν νόμον, μηδένα μηδὲν
πράττειν, ἔνοχος ἂν εἰκότως ἐδόκουν τῇ παρανομίᾳ,
εἰ δὲ τοῦτο μὲν οὐδαμοῦ τοῦ βιβλίου λέλεκταί μοι, χρὴ
δὲ τὸν ἀγαθὸν ἄνδρα ἐνεργὸν εἶναι, τί ἂν ἄλλο ἐς δέον
αὑτῷ χρῷτο, ἢ φίλοις συμπονῶν πρὸς τὰ βέλτιστα κἀν
τῷ μέσῳ ὑπαίθριος πεῖραν αὑτοῦ διδοὺς ὅπως ἔχει
πίστεως καὶ σπουδῆς καὶ εὐνοίας πρὸς τὰ ἐγκεχειρισμένα,
ὡς μὴ τὸ Ὁμηρικὸν ἐκεῖνο ‘ἐτώσιον ἄχθος ἀρούρης’ εἴη.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.