Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
καὶ μὴν τοῦτό γε οὐ μεθύειν, ἀλλὰ νήφειν
τε καὶ σωφρονεῖν ἐστιν. ἐγὼ δὲ βουλοίμην ἄν,
εἰ οἷόν τε, αὐτῶν ἀκοῦσαι τῶν λόγων οὐδὲ γὰρ
οὐδὲ φθονεῖν αὐτῶν οἶμαι θέμις, ἄλλως τε εἰ
καὶ φίλος καὶ περὶ τὰ ὅμοια ἐσπουδακὼς ὁ βουλόμενος ἀκούειν εἴη.
θάρρει, ὦγαθέ: τοῦτο γάρ τοι τὸ τοῦ Ὁμήρου, σπεύδοντα καὶ αὐτὸν παρακαλεῖς, καὶ εἴ γε μὴ ἔφθης, αὐτὸς ἂν ἐδεήθην ἀκοῦσαί μου διηγουμένου:
μάρτυρα γάρ σε παραστήσασθαι πρὸς τοὺς πολλοὺς ἐθέλω, ὅτι οὐκ ἀλόγως μαίνομαι: ἄλλως
[p. 106]
τε καὶ ἡδύ μοι τὸ μεμνῆσθαι αὐτῶν πολλάκις, καὶ ταύτην ἤδη μελέτην ἐποιησάμην ἐπεὶ κἄν τις μὴ παρὼν τύχῃ, καὶ οὕτω δὶς ἢ τρὶς τῆς
ἡμέρας ἀνακυκλῶ πρὸς ἐμαυτὸν τὰ εἰρημένα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.
