Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[19]
εἰ γὰρ χρὴ καὶ κακῶν ἔπαινον εἰπεῖν, μὴ ὑπολάβῃς
μεῖζόν τι γυμνάσιον ἀρετῆς ἢ τῆς ψυχῆς
δοκιμασίαν ἀληθεστέραν τῆσδε τῆς πόλεως καὶ
τῆς ἐνταῦθα διατριβῆς: οὐ γὰρ μικρὸν ἀντισχεῖν τοσαύταις μὲν ἐπιθυμίαις, τοσούτοις δὲ θεάμασι
τε καὶ ἀκούσμασι πάντοθεν ἕλκουσι καὶ ἀντιλαμβανομένοις, ἀλλὰ ἀτεχνῶς δεῖ τὸν Ὀδυσσέα
μιμησάμενον παραπλεῖν αὐτὰ μὴ δεδεμένον τὼ χεῖρε — δειλὸν γάρ — μηδὲ τὰ ὦτα κηρῷ φραξάμενον, ἀλλ᾽ ἀκούοντα καὶ λελυμένον καὶ ἀληθῶς
ὑπερήφανον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.
