Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘Κορίνθιοι προθύμως, ὑβρίσματος εἰς αὐτοὺς ὑπὸ Σαμίων πρότερον ὑπάρξαντος. ἦν δὲ τοιοῦτο : Κερκυραίων
παῖδας τριακοσίους τῶν πρώτων Περίανδρος
[p. 223]
ὁ Κορίνθου τύραννος; ἐπ᾽ ἐκτομῇ παρ᾽ Ἀλυάττην ἔπεμπε : τούτους ἀποβάντας εἰς τὴν νῆσον οἱ Σάμιοι
διδάξαντες ἐν ἱερῷ Ἀρτέμιδος ἱκέτας καθίζεσθαι
καὶ τρωκτὰ προτιθέντες αὐτοῖς ὁσημέραι σησάμου
καὶ μέλιτος περιεποίησαν’ τοῦθ᾽ ὕβρισμα Σαμίων εἰς Κορινθίους ὁ συγγραφεὺς προσαγορεύει καὶ διὰ
τοῦτό φησι συμπαροξῦναι Λακεδαιμονίους κατ᾽ αὐτῶν
ἔτεσιν οὐκ ὀλίγοις ὕστερον, ἔγκλημα ποιησαμένους, ὅτι τριακοσίους παῖδας Ἑλλήνων ἐφύλαξαν
ἄνδρας. ὁ δὲ τοῦτο Κορινθίοις προστριβόμενος
τοὔνειδος ἀποφαίνει τοῦ τυράννου μοχθηροτέραν τὴν πόλιν: ἐκεῖνος μὲν γὰρ τὸν υἱὸν αὐτοῦ Κερκυραίους
ἀνελόντας ἠμύνατο, Κορίνθιοι δὲ τί παθόντες
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.