Click on a word to bring up parses, dictionary entries, and frequency statistics
γενομένους καὶ τὴν πατρίδα τῆς τυραννίδος ἐλευθερώσαντας, εἰς αἰτίαν ἐμβαλὼν προδοσίας δέξασθαί φησι τὸν Πεισίστρατον ἐκ τῆς φυγῆς καὶ συγκαταγαγεῖν
ἐπὶ τῷ γάμῳ τῆς Μεγακλέους θυγατρός: τὴν
δὲ παῖδα πρὸς τὴν μητέρα φράσαι τὴν ἑαυτῆς ὅτι
‘ὦ μαμμίδιον, ὁρᾷς; οὐ μίγνυταί μοι κατὰ νόμον
Πεισίστρατος.’ ἐπὶ τούτῳ δὲ τοὺς Ἀλκμεωνίδας τῷ παρανομήματι σχετλιάσαντας ἐξελάσαι τὸν τύραννον.
ἵνα τοίνυν μηδ᾽ οἱ Λακεδαιμόνιοι τῶν Ἀθηναίων ἔλαττον ἔχωσι τῆς κακοηθείας, τὸν ἐν
αὐτοῖς μάλιστα θαυμαζόμενον καὶ τιμώμενον ὅρα πῶς διαλελύμανται, τὸν Ὀθρυάδαν: ‘τὸν δὲ ἕνα
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.