Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ οἶδα σὲ δ᾽
οἶδα’ Λυσιμάχη δ᾽ Ἀθήνησιν, ἡ τῆς Πολιάδος; ἱέρεια, τῶν τὰ
ἱερὰ προσαγαγόντων ὀρεωκόμων ἐγχέαι κελευόντων, ‘ἀλλ᾽ ὀκνῶ’ εἶπε
‘μὴ καὶ τοῦτο πάτριον γένηται’ καὶ
Ἀντίγονος πρός τινα νεανίσκον, γεγονότα μὲν ἐκ λοχαγοῦ χαρίεντος αὐτὸν δ᾽
ἄτολμον ὄντα καὶ μαλακὸν ἀξιοῦντα δὲ προαχθῆναι, ‘παρ᾽ ἐμοί’ φησὶν
‘ὦ μειράκιον, ἀνδραγαθίας εἰσὶν οὐ πατραγαθίας τιμαί.
’
καὶ μὴν ἐάνπερ ὁ δυσωπῶν ἔνδοξος καὶ δυνατὸς ( οἳ δὴ μάλιστα
δυσπαραίτητοι καὶ δυσαπότριπτοι 1 περὶ τὰς κρίσεις καὶ τὰς χειροτονίας
ἐντυγχάνοντὲς εἰσιν), ὃ μὲν ἔπραξεν ὁ Κάτων νέος ὢν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.