Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πέραινε τὸ προκείμενον. αἱ γὰρ τοιαῦται
φυγαὶ καὶ διακρούσεις, ἐν ἐλαφραῖς μέμψεσι τὴν μελέτην ἔχουσαι τοῦ ἀδυσωπήτου, προεθίζουσιν ἡμᾶς ἐπὶ τὰ μείζονα.
καὶ τὸ τοῦ Δημοσθένους ἐνταῦθα καλῶς ἔχει διαμνημονεύειν : τῶν γὰρ
Ἀθηναίων ὡρμημένων Ἁρπάλῳ βοηθεῖν καὶ κορυσσομένων ἐπὶ τὸν
Ἀλέξανδρον, ἐξαίφνης ἐπεφάνη Φιλόξενος ὁ τῶν ἐπὶ θαλάττῃ πραγμάτων Ἀλεξάνδρου στρατηγός. ἐκπλαγέντος δὲ τοῦ
δήμου καὶ σιωπῶντος διὰ τὸν φόβον, ὁ Δημοσθένης ‘τί ποιήσουσιν’ ἔφη
‘τὸν ἥλιον ἰδόντες οἱ μὴ δυνάμενοι πρὸς τὸν λύχνον ἀντιβλέπειν;’
τί γὰρ ποιήσεις ἐν πράγμασι μεγάλοις, βασιλέως ἐντυγχάνοντος ἢ δήμου δυσωποῦντος, εἰ ποτήριον
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.