εὔει ἄτερ δαλοῦ καὶ ἐν ὠμῷ 1 γήραϊ θῆκεν;ὥσπερ ῥυτίδας ἀώρους ἢ πολιὰς ἐπαγαγὼν τῇ ψυχῇ τὰς φροντίδας ἐκ τῆς φιλαργυρίας καὶ τῆς ἀσχολίας, ὑφ᾽ ὧν μαραίνεται τὸ γαῦρον καὶ τὸ φιλότιμον καὶ τὸ φιλάνθρωπον. τί οὖν; φήσει 2 τις, οὐχ ὁρᾷς καὶ χρωμένους ἐνίους δαψιλῶς τοῖς χρήμασι; σὺ δ᾽ οὐκ ἀκούεις, φήσομεν, Ἀριστοτέλους λέγοντος, ὅτι: οἱ μὲν οὐ χρῶνται οἱ δὲ παραχρῶνται, καθάπερ οὔδ᾽ ἑτέρου προσήκοντος; ἀλλ᾽ ἐκείνους μὲν οὐκ ὠφελεῖ τὸ οἰκεῖον οὐδὲ κοσμεῖ, τούτους δὲ καὶ βλάπτει καὶ καταισχύνει.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.