Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ πολυπραγμονοῦσα καὶ φροντίζουσα καὶ ἀριθμοῦσα τῶν φίλων
ἔτι πόσοι ζῶσιν, εἶτα πρὸς 1 μηδὲν ἀπολαύουσα τῶν πανταχόθεν
προσποριζομένων. ὥσπερ οὖν ἐχίδνας καὶ
κανθαρίδας καὶ φαλάγγια μᾶλλον προβαλλόμεθα καὶ δυσχεραίνομεν ἄρκτων καὶ
λεόντων, ὅτι κτείνει καὶ ἀπόλλυσιν ἀνθρώπους μηδὲν χρώμενα τοῖς
ἀπολλυμένοις ὑπ᾽ αὐτῶν: οὕτω δεῖ μᾶλλον δυσχεραίνειν τῶν δι᾽ ἀσωτίαν
τοὺς διὰ μικρολογίαν καὶ ἀνελευθερίαν
πονηρούς: ἀφαιροῦνται γὰρ ἄλλων, οἷς αὐτοὶ χρῆσθαι μὴ δύνανται
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.