previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


εἴπωμεν οὖν, ὅτι μικροὺς Τύχη καὶ περιδεεῖς ποιεῖ καὶ ταπεινόφρονας: ἀλλ᾽ οὐ δίκαιον οὔτε κακίαν εἰς ἀτυχίαν οὔτ᾽ ἀνδρείαν καὶ φρόνησιν εἰς εὐτυχίαν τινὰ τίθεσθαι. μέγα δὲ τῷ ἄρχειν Ἀλέξανδρον Τύχη καὶ γὰρ ἔνδοξος ἐν ἐκείνῳ καὶ ἀήττητος καὶ μεγαλόφρων καὶ ἀνύβριστος; καὶ [p. 434] φιλάνθρωπος. εἶτ᾽ ἐκλιπόντος 1 εὐθύς, Λεωσθένης ἔλεγε τὴν δύναμιν ἐμπλανωμένην ἑαυτῇ καὶ περιπίπτουσαν ἐοικέναι τῷ Κύκλωπι, μετὰ τὴν τύφλωσιν ἐκτείνοντι πανταχοῖ 2 τὰς χεῖρας ἐπ᾽ οὐδένα σκοπὸν φερομένας: οὕτως; ἐρρέμβετο κενεμβατοῦν καὶ σφαλλόμενον ὑπ᾽ ἀναρχίας τὸ μέγεθος αὐτῆς. μᾶλλον δ᾽ ὥσπερ τὰ νεκρὰ σώματα, τῆς ψυχῆς ἐκλιπούσης, οὐκέτι συνέστηκεν οὐδὲ συμπέφυκεν, ἀλλ᾽ ἐξίσταται 3 καὶ διαλύεται ἀπ᾽ ἀλλήλων καὶ ἄπεισι καὶ φεύγει 4 οὕτως ἀφεῖσα τὸν Ἀλέξανδρον δύναμις ἤσπαιρεν, ἐπάλλετο, ἐφλέγμαινε, Περδίκκαις καὶ Μελεάγροις καὶ Σελεύκοις καὶ Ἀντιγόνοις, ὥσπερ πνεύμασι θερμοῖς ἔτι καὶ σφυγμοῖς διᾴττουσι καὶ διαφερομένοις τέλος δ᾽ ἀπομαραινομένη καὶ φθίνουσα περὶ αὑτὴν 5 οἷον εὐλὰς τινας ἀνέζεσεν ἀγεννῶν βασιλέων καὶ ἡγεμόνων ψυχορραγούντων. αὐτὸς μὲν οὖν ταῦθ᾽ ὡς ἔοικεν Ἡφαιστίωνι διενεχθέντι πρὸς; κρατερὸν ἐπιτιμῶντίς δ᾽εἶπεν σὴ δύναμις πρᾶξις, ἄν σού τις ἀφέλῃ τὸν Ἀλέξανδρονἐγὼ δὲ τοῦτ᾽ εἰπεῖν πρὸς τὴν τότε Τύχην οὐκ ὀκνήσωτί σου τὸ μέγεθος, τίς δ᾽ δόξα, ποῦ δ᾽ δύναμις, ποῦ δὲ τὸ ἀνίκητον, ἄν σού τις ἀφέλῃ τὸν Ἀλέξανδροντουτέστινἂν σού τις ἀφέλῃ τῶν ὅπλων τὴν ἐμπειρίαν, τοῦ πλούτου τὴν φιλοτιμίαν, τῆς πολυτελείας τὴν ἐγκράτειαν, ὧν ἀγωνίζῃ τὸ θάρσος, ἐν οἷς κρατεῖς τὴν πραότητα; ποίησον ἄλλον εἰ δύνασαι μέγαν, τοῖς χρήμασι μὴ [p. 435] χαριζόμενον, τοῖς στρατεύμασι μὴ προκινδυνεύοντα, τοὺς: φίλους μὴ τιμῶντα, τοὺς αἰχμαλώτους μὴ ἐλεοῦντα, ταῖς ἡδοναῖς μὴ σωφρονοῦντα, τοῖς καιροῖς μὴ ἀγρυπνοῦντα, ταῖς νίκαις μὴ εὐδιάλλακτον, τοῖς κατορθώμασι μὴ φιλάνθρωπον. τίς μέγας ἐν ἐξουσίαις μετ᾽ ἀβελτερίας 6 καὶ μοχθηρίας; ἄφελε τὴν ἀρετὴν τοῦ εὐτυχοῦντος, καὶ πανταχοῦ μικρός ἐστιν, ἐν χάρισι διὰ σμικρολογίαν, ἐν πόνοις διὰ μαλακίαν, παρὰ θεοῖς διὰ δεισιδαιμονίαν, πρὸς ἀγαθοὺς διὰ φθόνον, ἐν ἀνδράσι διὰ φόβον, ἐν γυναιξὶ διὰ φιληδονίανὥσπερ γὰρ οἱ φαῦλοι τεχνῖται βάσεις 7 μεγάλας μικροῖς ὑφιστάντες ἀναθήμασιν ἐλέγχουσιν αὐτῶν 8 καὶ τὰς μικρότητας οὕτως Τύχη ὅταν μικρὸν ἦθος ἐξάρῃ πράγμασιν ἔχουσιν ὄγκον τινὰ καὶ περιφάνειαν, ἐπιδείκνυσι μᾶλλον καὶ καταισχύνει σφαλλόμενον καὶ σαλευόμενον ὑπὸ κουφότητος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Frank Cole Babbitt, 1936)
load focus English (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: