previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


εἶεν: αἱ δὴ πράξεις αὐτοῦ πότερον αὐτοματισμὸν ἐπιφαίνουσι τύχης καὶ βίαν πολεμικὴν καὶ χειροκρατίαν, 1 πολλὴν μὲν ἀνδρείαν καὶ δικαιοσύνην πολλὴν δὲ σωφροσύνην καὶ πραότητα μετὰ κόσμου καὶ συνέσεως, νήφοντι καὶ πεπνυμένῳ τῷ λογισμῷ πάντα πράττοντος; οὐ γὰρ ἔστιν εἰπεῖν διακρίναντά με μὰ τοὺς θεούς, ὅτι τοῦτο μὲν ἀνδρείας, τοῦτο φιλανθρωπίας, τοῦτο δ᾽, ἐγκρατείας ἀλλὰ πᾶν ἔργον ἐκ πασῶν ἔοικε τῶν ἀρετῶν μεμῖχθαι: βεβαιοῦντος αὐτοῦ τὸν Στωικὸν ἐκεῖνον λόγον, ὅτι πᾶν, ἂν δρᾷ σοφός, κατὰ πᾶσαν ἀρετὴν ἐνεργεῖ, καὶ μία μέν, ὡς ἔοικεν, ἀρετὴ πρωταγωνιστεῖ πράξεως ἑκάστης, παρακαλεῖ τὰς ἄλλας καὶ συντείνει πρὸς τὸ τέλος. ἰδεῖν γοῦν ἔστιν ἐν Ἀλεξάνδρῳ τὸ μὲν πολεμικὸν φιλάνθρωπον, τὸ δὲ πρᾶον ἀνδρῶδες τὸ δὲ χαριστικὸν οἰκονομικόν, τὸ δὲ θυμικὸν εὐδιάλλακτον, τὸ δ᾽ ἐρωτικὸν σῶφρον, τὸ δ᾽ ἀνειμένον οὐκ ἀργόν, τὸ δ᾽ ἐπίπονον οὐκ ἀπαραμύθητον. τίς ἔμιξε πολέμοις ἑορτάς; τίς δὲ κώμοις στρατείας; τίς δὲ πολιορκίαις καὶ παρατάξεσι 2 βακχείας καὶ γάμους καὶ ὑμεναίους; τίς ἀδικοῦσιν ἐχθρότερος δυστυχοῦσιν ἡμερώτερος; τίς μαχομένοις βαρύτερος δεομένοις εὐγνωμονέστερος; ἔπεισί μοι τὸ τοῦ Πώρου δεῦρο μετενεγκεῖν. ἐκεῖνος γὰρ ὡς ἤχθη πρὸς Ἀλέξανδρον, πυθομένου πῶς αὐτῷ χρήσηται, ‘βασιλικῶςεἶπεν Ἀλέξανδρε.’ πάλιν δ᾽ ἐπερομένουμή τι ἄλλο;’ ‘οὐδένεἶπεπάντα γὰρ ἔνεστιν 3 ἐν τῷ [p. 424] βασιλικῶς.’ κἀμοὶ δὴ ταῖς Ἀλεξάνδρου πράξεσιν ἔπεισιν ἐπιφωνεῖν ἀεὶφιλοσόφως:’ ἐν τούτῳ γὰρ πάντ᾽ ἔνεστι. Ῥωξάνης ἐρασθεὶς τῆς Ὀξυάθρου θυγατρὸς ἐν ταῖς αἰχμαλωτίσι 4 χορευούσης οὐχ ὕβρισεν ἀλλ᾽ ἔγημε: φιλοσόφως. Δαρεῖον ἰδὼν κατηκοντισμένον οὐκ ἔθυσεν οὐδ᾽ ἐπαιάνισεν ὡς τοῦ μακροῦ πολέμου τέλος ἔχοντος, ἀλλὰ τὴν χλαμύδα τὴν ἑαυτοῦ περιελὼν ἐπέρριψε τῷ νεκρῷ καθάπερ τινὰ τύχης βασιλικῆς νέμεσιν 5 συγκαλύπτων φιλοσόφως. ἐπιστολὴν δέ ποτε τῆς μητρὸς ἀπόρρητον διερχόμενος, Ἡφαιστίωνος ὡς ἔτυχε παρακαθημένου καὶ ἁπλῶς συναναγιγνώσκοντος, οὐκ ἐκώλυσεν, ἀλλὰ τὸν δακτύλιον αὑτοῦ τῷ στόματι προσέθηκεν αὐτοῦ, κατασφραγισάμενος φιλικῇ πίστει τὴν σιωπήν: φιλοσόφως. εἰ γὰρ ταῦτ᾽ οὐκ ἔστι φιλοσόφως, τίν᾽ ἐστὶν ἄλλα;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load focus Greek (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: