Click on a word to bring up parses, dictionary entries, and frequency statistics
νέμεσις: Ἡρακλῆς γὰρ ἐπιτεθεὶς τῷ ῥοπάλῳ
διεχρήσατο: ὡς
Ἀγάθων Σάμιος.
Ἡρακλῆς τὰς Γηρυόνου βοῦς ἐλαύνων δι᾽
Ἰταλίας
ἐπεξενώθη Φαύνῳ βασιλεῖ, ὃς ἦν Ἑρμοῦ παῖς καὶ τοὺς ξένους τῷ γεννήσαντι ἔθυεν: ἐπιχειρήσας
δὲ τῷ Ἡρακλεῖ ἀνῃρέθη: ὡς Δέρκυλλος ἐν τρίτῳ
Ἰταλικῶν.
Φάλαρις Ἀκραγαντίνων τύραννος ἀποτόμως
τοὺς παριόντας ξένους ἐστρέβλου καὶ ἐκόλαζε. Πέριλλος δὲ τῇ τέχνῃ χαλκουργὸς δάμαλιν κατασκευάσας χαλκῆν ἔδωκε τῷ βασιλεῖ, ὡς ἂν τοὺς ξένους κατακαίῃ ζῶντας ἐν αὐτῇ: ὁ δὲ μόνον τότε γενόμενος δίκαιος αὐτὸν ἐνέβαλεν. ἐδόκει ι δὲ