Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὰ ἐκγλήματα καὶ τῷ ζήλῳ πιστεύσας ἐπεκαλέσατο τὸν Ποσειδῶνα. ὁ δὲ τῷ παιδὶ ἐπὶ ἅρματος
ὀχουμένῳ ταῦρον ἔδειξε, καὶ οἱ ἵπποι τὸν νέον σύραντες ἀπώλεσαν ὡς Δοσίθεος ἐν τρίτῳ
Ἰταλικῶν.
λοιμοῦ κατασχόντος Λακεδαίμονα, ἔχρησεν
ὁ θεὸς παύσασθαι, ἐὰν παρθένον εὐγενῆ κατὰ ἔτος
θύωσιν Ἑλένης δέ ποτε κληρωθείσης καὶ
προαχθείσης κεκοσμημένης, ἀετὸς καταπτὰς ἥρπασε
τὸ ξίφος καὶ ἐς τὰ βουκόλια κομίσας ἐπὶ δάμαλιν
καθῆκεν: ὅθεν ἀπέσχοντο τῆς παρθενοκτονίας: ὡς
Ἀριστόδημος ἐν τρίτῃ μυθικῇ συναγωγῇ.