Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
καίτοι δοκοῦσιν οὐκ ἀπιθάνως Αἰγύπτιοι
διαιρεῖν ὡς γυναικὶ μὲν οὐκ ἀδύνατον πνεῦμα πλησιάσαι θεοῦ καί τινας
ἐντεκεῖν ἀρχὰς γενέσεως, ἀνδρὶ δὲ οὐκ ἔστι σύμμιξις πρὸς θεὸν οὐδὲ
ὁμιλία σώματος. ἀγνοοῦσι δὲ ὅτι τὸ μιγνύμενον ᾧ μίγνυται τὴν ἴσην
ἀνταποδίδωσι κοινωνίαν. οὐ μὴν ἀλλὰ φιλίαν γε πρὸς ἄνθρωπον εἶναι θεῷ
καὶ τὸν ἐπὶ ταύτῃ λεγόμενον ἔρωτα καὶ φυόμενον εἰς ἐπιμέλειαν ἤθους
καὶ ἀρετῆς, πρέπον ἂν εἴη.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

