This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
πρῶτοι συνοικίσαντες τὴν πόλιν οὐκ ἀνασχετὸν
ἐποιοῦντο πόλεως καὶ χώρας τοὺς Σαβίνους μεταλαβόντας ἄρχειν βιάζεσθαι
τῶν ἐπὶ ταῦτα δεξαμένων, καὶ τοῖς Σαβίνοις ἦν τις εὐγνώμων λόγος,
ἐπεὶ Τατίου τοῦ βασιλέως αὑτῶν ἀποθανόντος οὐκ ἐστασίασαν πρὸς
Ῥωμύλον, ἀλλ᾽ εἴασαν ἄρχειν μόνον, αὖθις ἀξιούντων τὸν ἄρχοντα
γενέσθαι παρ᾽ αὑτῶν, οὔτε γάρ ἐκ ταπεινοτέρων κρείττοσι προσγενέσθαι, καὶ
προσγενόμενοι πλήθει τε ῥῶσαι καὶ προαγαγεῖν εἰς ἀξίωμα πόλεως ἐκείνους
μεθ᾽ ἑαυτῶν, ὑπὲρ μὲν οὖν τούτων ἐστασίαζον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

