Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
ἅμα δὲ
ὅρκους τε φρικώδεις τοῦ θαλαμηπόλου κινοῦντος ὑπὲρ τούτων, καὶ περὶ τῆς
ἄλλης ἐγκρατείας καὶ μεγαλοψυχίας τῆς Ἀλεξάνδρου λέγοντος, ἐξελθὼν πρὸς
τοὺς ἑταίρους ὁ Δαρεῖος καὶ χεῖρας ἀνατείνας πρὸς τὸν οὐρανόν
ἐπεύξατο: ‘θεοὶ γενέθλιοι καὶ βασίλειοι, μάλιστα μὲν
ἐμοὶ διδοίητε τὴν Περσῶν τύχην εἰς ὀρθὸν αὖθις σταθεῖσαν ἐφ᾽ οἷς
ἐδεξάμην ἀγαθοῖς ἀπολιπεῖν, ἵνα κρατήσας ἀμείψωμαι τὰς Ἀλεξάνδρου
χάριτας ὧν εἰς τὰ φίλτατα πταίσας ἔτυχον εἰ δ᾽ ἄρα τις οὗτος
εἱμαρτὸς ἥκει χρόνος, ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

