Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
εὐφημεῖν δὲ τοῦ προφήτου κελεύσαντος, οὐ γὰρ
εἶναι πατέρα θνητὸν αὐτῷ, μεταβαλὼν ἐπυνθάνετο, τοὺς Φιλίππου φονεῖς
εἰ πάντας εἴη τετιμωρημένος εἶτα περὶ τῆς ἀρχῆς, εἰ πάντων αὐτῷ
δίδωσιν ἀνθρώπων κυρίῳ γενέσθαι, χρήσαντος δὲ τοῦ θεοῦ καὶ τοῦτο διδόναι
καὶ Φίλιππον ἀπέχειν ἔκπλεω τὴν δίκην, ἐδωρεῖτο τόν θεὸν ἀναθήμασι
λαμπροῖς καὶ χρήμασι τοὺς ἀνθρώπους.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

