Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἀλλὰ τὸ μὲν1 ἐν Ῥώμῃ τυφλὸν ἦν ἔτι κίνημα,
καί τις αἰδὼς ἅμα πρὸς παρόντα τὸν Γάλβαν ἀμβλύτητα καί μέλλησιν ἐνεποίει τῷ νεωτερισμῷ, καί τὸ μηδεμίαν ἀρχὴν ἐμφανῆ μεταβολῆς ὁρᾶσθαι συνέστελλε καί συνέκρυπτεν ἁμῶς γέ πως τὴν δυσμένειαν αὐτῶν, οἱ δὲ πρότερον ὑπὸ Οὐεργινίῳ γενόμενοι, τότε δὲ ὄντες ὑπὸ Φλάκκῳ περὶ Γερμανίαν, μεγάλων μὲν ἀξιοῦντες αὑτοὺς διὰ τὴν μάχην ἣν ἐμαχέσαντο πρὸς Οὐΐνδικα, μηδενὸς δὲ τυγχάνοντες, ἀπαρηγόρητοι τοῖς ἄρχουσιν ἦσαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

