Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
τότε δ᾽ οὖν κρατήσας τῆς δίκης πάλιν ἑαυτὸν εἰς τὴν σιωπὴν Καὶ τὴν ἄσκησιν συνέστειλε: καὶ
διεπόνει τὸ σῶμα γυμνασίοις ἐνεργοῖς, ἐθιζόμενος ἀνέχεσθαι Καὶ καύματα Καὶ νιφετὸν ἀκαλύπτῳ κεφαλῇ, Καὶ βαδίζειν ἐν ταῖς ὁδοῖς πᾶσαν ὥραν ἄτερ ὀχήματος, τῶν δὲ φίλων οἱ συνεκδημοῦντες ἵπποις ἐχρῶντο, Καὶ πολλάκις ἑκάστῳ παρέβαλλεν ὁ Κάτων ἐν μέρει προσδιαλεγόμενος, περιπατῶν αὐτὸς ὀχουμένων. θαυμαστῇ δὲ Καὶ περὶ τὰς νόσους ὑπομονῇ μετ᾽ ἐγκρατείας ἐχρῆτο: πυρέττων γὰρ μόνος ἐφ᾽ ἑαυτοῦ διημέρευε μηδένα προσιέμενος, ἄχρι οὗ βέβαιον αἴσθοιτο ῥᾳστώνην καὶ μεταβολὴν τοῦ νοσήματος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

