Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
[3]
οὔκουν
σχολῆς οὐδὲ ἀποδημίας καιρός, ἀλλὰ δεῖ κρατῆσαι τοῦ ἀνδρός, ἢ καλῶς ἀποθανεῖν ὑπὲρ τῆς ἐλευθερίας ἀγωνιζόμενον’ ὅμως δὲ τῶν φίλων παραινεσάντων ἀφίκετο πρῶτον εἰς τὰ χωρία καὶ διέτριψεν οὐ πολὺν χρόνον, εἶτα ἐπανῆκεν εἰς πόλιν. ἑσπέρας δὲ ἐλθών εὐθὺς ἕωθεν εἰς ἀγορὰν κατέβαινε δημαρχίαν μετιών, ὡς ἀντιταξόμενος πρὸς τὸν Μέτελλον. τὸ γὰρ ἰσχυρὸν ἢ ἀρχὴ πρὸς τὸ κωλύειν ἔχει μᾶλλον ἢ πρὸς τὸ πράττειν κἂν πάντες οἱ λοιποὶ παρ᾽ ἕνα ψηφίσωνται, τοῦ μὴ θέλοντος μηδὲ ἐῶντος τὸ κράτος ἐστί.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

