Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
22.
περὶ πυρικαύστου:
ἑψεῖν χρὴ πρίνου Ρ῾ίζας ἁπαλὰς,
ᾗ ὁ
φλοιός ἐστι παχύτατος καὶ χλωρότατος,
καταταμὼν μικρὰ,
οἶνον
λευκὸν ἐπιχέας,
μαλθακῷ πυρὶ καθεψεῖν,
ἕως ἂν δοκέῃ καλῶς ἔχειν
τὸ πάχος,
ὡς ὑπάλειπτον,
καὶ ἐν ὕδατι τὸν αὐτὸν τρόπον. --
Ἕτερον μὴ δάκνον:
ὑὸς στέαρ μόνον παλαιὸν ὑπαλείφειν,
τήξας αὐτὸ,
ἄνωθεν δὲ τῆς σκίλλης τὴν Ρ῾ίζαν διαιρῶν καὶ προστιθεὶς καταδεῖν,
τῇ δὲ ἑξῆς ἐπαιονᾷν. --
Ἄλλο:
τήξας ὑὸς στέαρ παλαιὸν,
καὶ κηρὸν,
καὶ ἔλαιον συμμίξας καὶ λιβανωτὸν,
καὶ λωτοῦ ἰχθυήματα,
καὶ μίλτον,
τούτῳ ὑπαλείψας,
ἄρου φύλλα ἐν οἴνῳ καὶ ἐλαίῳ ἑψήσας,
προστιθεὶς καταδεῖν. --
Ἕτερον:
ἐπειδὰν τῷ συείῳ στέατι ὑπαλείψῃς
τῷ παλαιῷ,
καταλείφειν ἀσφοδέλου Ρ῾ίζας ἐν οἴνῳ τρίψας καὶ λειώσας. --
Ἕτερον:
τήξας στέαρ συὸς παλαιὸν,
ξυμμίξας Ρ῾ητίνῃ καὶ
ἀσφάλτῳ,
αὐτὸ ἐπαλείψας ἐς ὀθόνιον,
θερμήνας πρὸς πῦρ,
ἐπιθεὶς
ἐπιδεῖν.