Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
2.
ἕλκεϊ νεοτρώτῳ παντὶ,
πλὴν ἐν κοιλίῃ,
ξυμφέρει ἐκ τοῦ
τρώματος αἷμα Ρ῾υῆναι αὐτίκα πλέον ἢ ἔλασσον:
φλεγμαίνει γὰρ ἧσσον αὐτὸ τὸ ἕλκος καὶ τὰ περιέχοντα.
καὶ ἀπὸ τῶν πεπαλαιωμένων
ἑλκέων ξυμφέρει αἷμα ποιέειν ἀποῤΡ῾έειν πυκνὰ,
ὅκως ἂν δοκέῃ
καιρὸς εἶναι,
καὶ ἀπ᾽ αὐτῶν τῶν ἑλκέων καὶ τῶν περιεχόντων τὸ
ἕλκος,
ἄλλως τε καὶ ἢν ἐν κνήμῃ ἔῃ τὸ ἕλκος ἢ ἐν δακτύλῳ ποδὸς ἢ
χειρὸς,
μᾶλλον ἤ κου ἄλλοθι τοῦ σώματος:
γίνεται γὰρ,
ἀποῤΡ῾έοντος τοῦ αἵματος,
ξηρότερα καὶ μείονα ἰσχναινόμενα:
κωλύει γὰρ
μάλιστα μὲν τὰ τοιαῦτα ἕλκεα ὑγιαίνεσθαι,
ἔπειτα δὲ καὶ τἄλλα ξύμπαντα αἵματος σηπεδὼν,
καὶ ὅ τι ἐξ αἵματος μεταστάσιος γεγένηται.
ξυμφέρει δὲ μετὰ τὴν τοῦ αἵματος ἀποῤΡ῾οὴν ἐπὶ τῶν τοιούτων
ἑλκέων καὶ σπόγγον ἐπιδεῖν πυκνὸν καὶ μαλθακὸν,
τετμημένον,
ξηρότερον ἢ ὑγρότερον,
καὶ ἐπὶ τῷ σπόγγῳ ἄνωθεν φύλλα συχνὰ τίθεσθαι.
ἔλαιον δὲ καὶ ὅσα μαλθακώδεα ἢ ἐλαιώδεά ἐστι φάρμακα,
οὐ ξυμφέρει τοῖσι τοιούτοισιν ἕλκεσιν,
ἢν μὴ πάνυ ἤδη πρὸς ὑγιείην
τείνῃ.
οὐδὲ τοῖσι νεοτρώτοισιν ἕλκεσι ξυμφέρει ἔλαιον,
οὐδὲ μαλθακώδεα οὐδὲ στεατώδεα φάρμακα,
ἄλλως τε καὶ ὅ τι ἂν δέηται ἕλκος
πλείονος καθάρσιος:
τὸ δὲ ξύμπαν εἰπεῖν,
ἐλαίῳ τὴν χρῆσιν ποιέεσθαι καὶ ἐν θέρει καὶ ἐν χειμῶνι,
πρὸς ἃ τῶν τοιούτων φαρμάκων
δεόμεθα.