previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[22] καὶ οἱ μὲν Σκιπίωνες ἔτι ἦσαν ἐν παρασκευῇ, Λίουιος δ᾽ φύλαξ τῆς Ἰταλίας, ἐπὶ τὴν ναυαρχίαν αἱρεθεὶς Ἀτιλίῳ διάδοχος, αὐτίκα ταῖς τε ἰδίαις ναυσίν, αἷς τὴν Ἰταλίαν περιέπλει, καὶ παρὰ Καρχηδονίων αὐτῷ τισὶ δοθείσαις καὶ συμμαχίσιν ἄλλαις ἐς Πειραιᾶ κατήχθη, καὶ τὸν ὑπ᾽ Ἀτιλίῳ στόλον παραλαβὼν ἔπλει καταφράκτοις ὀγδοήκοντα καὶ μιᾷ, ἑπομένου καὶ Εὐμένους πεντήκοντα ἰδίαις: καὶ ἦν κατάφρακτον καὶ τῶνδε τὸ ἥμισυ. ἔς τε Φώκαιαν ὑπήκοον μὲν Ἀντιόχου, ὑπὸ δ᾽ ἐκπλήξεως αὐτοὺς δελομένην κατήγοντο, καὶ τῆς ἐπιούσης ἐς ναυμαχίαν ἀνέπλεον. ἀντανήγετο δ᾽ αὐτοῖς ναύαρχος Ἀντιόχου Πολυξενίδας διακοσίαις ναυσί, κουφοτέραις τῶν πολεμίων παρὰ πολύ: δὴ καὶ μάλιστα προύλαβε τοῦ πελάγους ἔτι Ῥωμαίων ἀναπειρωμένων. καὶ δύο τῶν Καρχηδονίων ναῦς ἰδὼν προπλεούσας, τρεὶς τῶν ἰδίων ἐπιπέμψας εἷλε τὰς δύο κενάς, ἐξαλομένων τῶν Λιβύων ἐς τὸ πέλαγος. Λίουιος δ᾽ ἐπὶ τὰς τρεῖς ἐφέρετο πρῶτος ὑπ᾽ ὀργῆς τῇ στρατηγίδι νηί, πολὺ προύχων τοῦ στόλου. αἱ δ᾽, ὡς μιᾷ, σὺν καταφρονήσει χεῖράς τε σιδηρᾶς ἐπέβαλον, καὶ συνεστηκότων τῶν σκαφῶν ἀγὼν ἦν ὥσπερ ἐν γῇ. πολὺ δὲ κρείσσους ὄντες οἱ Ῥωμαῖοι ταῖς εὐτολμίαις, ἐπιβάντες ἐς τὰς ἀλλοτρίας ἐκράτουν, καὶ μιᾷ νηὶ δύο ὁμοῦ φέροντες ἐπανῄεσαν. καὶ τόδε μὲν τῆς ναυμαχίας προαγώνισμα ἦν: ἐπεὶ δὲ οἱ στόλοι συνέπεσον ἀλλήλοις, ἰσχύι μὲν καὶ προθυμίᾳ τὰ Ῥωμαίων ἐπεκράτει, διὰ δὲ βαρύτητα τῶν σκαφῶν τοὺς ἐχθροὺς οὐκ ἐδύναντο καταλαμβάνειν κούφαις ναυσὶν ὑποφεύγοντας, ἕως οἳ μὲν ἐς τὴν Ἔφεσον ὀξέως κατέφυγον, οἳ δ᾽ ἐς Χίον ἀπῇραν, ἔνθα αὐτοῖς Ῥοδίων νῆες συμμαχίδες ἦλθον ἑπτὰ καὶ εἴκοσιν. Ἀντίοχος δὲ περὶ τῆσδε τῆς ναυμαχίας πυθόμενος, Ἀννίβαν ἔστελλεν ἐπὶ Συρίας ἐς νεῶν ἄλλων ἐκ τε Φοινίκης καὶ Κιλικίας παρασκευήν.

καὶ τόνδε μὲν ἐπανιόντα Ῥόδιοι κατέκλεισαν ἐς Παμφυλίαν, καί τινας αὐτοῦ τῶν νεῶν εἷλον, καὶ τὰς λοιπὰς ἐφεδρεύοντες ἐφύλασσον:


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: