[70]
καὶ τὸν υἱὸν ἐκείνου τὸν ἐκ τῆς Σελήνης αὐτῷ γενόμενον, ἐν Ἀσίᾳ τε τραφέντα καὶ ἀπὸ τοῦδε Ἀσιατικὸν ἐπίκλην, Πομπήιος ἀφείλετο τὴν Σύρων ἀρχήν, ὥς μοι λέλεκται, ὄντα μὲν ἑπτακαιδέκατον ἐκ Σελεύκου Σύρων βασιλέα ῾ἐξαίρω γὰρ Ἀλέξανδρόν τε καὶ τὸν Ἀλεξάνδρου παῖδα ὡς νόθους, καὶ τὸν δοῦλον αὐτῶν Διόδοτον̓, βασιλεύσαντα δ᾽ ἐν ταῖς ἀσχολίαις ταῖς Πομπηίου ἐπὶ ἓν μόνον ἔτος. ἡ δὲ ἀρχὴ τῶν Σελευκιδῶν ἐς τριάκοντα ἐπὶ διακοσίοις ἐνιαυτοὺς διίκετο: καὶ εἴ τις ἐπισκοποίη τὸν ἐς Ῥωμαίους χρόνον ἀπ᾽ Ἀλεξάνδρου, προσθετέον ἐπὶ τοῖς διακοσίοις τριάκοντα ἔτεσι τὰ Τιγράνους τεσσαρεσκαίδεκα.
τοσάδε μὲν δὴ καὶ περὶ Μακεδόνων τῶν Συρίας βεβασιλευκότων εἶχον εἰπεῖν ὡς ἐν ἀλλοτρίᾳ συγγραφῇ.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

