Λίχας
Λίχας
οὔκ, ἀλλὰ τὸν μὲν πλεῖστον ἐν Λυδοῖς χρόνον
κατείχεθ᾽, ὥς φησ᾽ αὐτός, οὐκ ἐλεύθερος,
250ἀλλ᾽ ἐμποληθείς: τοῦ λόγου δ᾽ οὐ χρὴ φθόνον,
γύναι, προσεῖναι, Ζεὺς ὅτου πράκτωρ φανῇ.
κεῖνος δὲ πραθεὶς Ὀμφάλῃ τῇ βαρβάρῳ
ἐνιαυτὸν ἐξέπλησεν, ὡς αὐτὸς λέγει.
χοὔτως ἐδήχθη τοῦτο τοὔνειδος λαβὼν
255ὥσθ᾽ ὅρκον αὑτῷ προσβαλὼν διώμοσεν,
ἦ μὴν τὸν ἀγχιστῆρα τοῦδε τοῦ πάθους
ξὺν παιδὶ καὶ γυναικὶ δουλώσειν ἔτι.
κοὐχ ἡλίωσε τοὔπος, ἀλλ᾽ ὅθ᾽ ἁγνὸς ἦν,
στρατὸν λαβὼν ἐπακτὸν ἔρχεται πόλιν
260τὴν Εὐρυτείαν. τόνδε γὰρ μεταίτιον
μόνον βροτῶν ἔφασκε τοῦδ᾽ εἶναι πάθους:
ὃς αὐτὸν ἐλθόντ᾽ ἐς δόμους ἐφέστιον,
ξένον παλαιὸν ὄντα, πολλὰ μὲν λόγοις
ἐπερρόθησε, πολλὰ δ᾽ ἀτηρᾷ φρενί,
265λέγων χεροῖν μὲν ὡς ἄφυκτ᾽ ἔχων βέλη
τῶν ὧν τέκνων λείποιτο πρὸς τόξου κρίσιν,
φωνεῖ δὲ δοῦλος ἀνδρὸς ὡς ἐλευθέρου
ῥαίοιτο: δείπνοις δ᾽ ἡνίκ᾽ ἦν ᾠνωμένος,
ἔρριψεν ἐκτὸς αὐτόν. ὧν ἔχων χόλον,
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.