Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
κλύουσ᾽ ἔφριξα τάσδε συμφοράς, φίλαι,
1045ἄνακτος, οἵαις οἷος ὢν ἐλαύνεται. Ἡρακλῆς
Ἡρακλῆς
ὦ πολλὰ δὴ καὶ θερμὰ κοὐ λόγῳ κακὰ
καὶ χερσὶ καὶ νώτοισι μοχθήσας ἐγώ:
κοὔπω τοιοῦτον οὔτ᾽ ἄκοιτις ἡ Διὸς
προύθηκεν οὔθ᾽ ὁ στυγνὸς Εὐρυσθεὺς ἐμοί,
1050οἷον τόδ᾽ ἡ δολῶπις Οἰνέως κόρη
καθῆψεν ὤμοις τοῖς ἐμοῖς Ἐρινύων
ὑφαντὸν ἀμφίβληστρον, ᾧ διόλλυμαι.
πλευραῖσι γὰρ προσμαχθὲν ἐκ μὲν ἐσχάτας
βέβρωκε σάρκας, πλεύμονός τ᾽ ἀρτηρίας
1055ῥοφεῖ ξυνοικοῦν, ἐκ δὲ χλωρὸν αἷμά μου
πέπωκεν ἤδη, καὶ διέφθαρμαι δέμας
τὸ πᾶν, ἀφράστῳ τῇδε χειρωθεὶς πέδῃ.
κοὐ ταῦτα λόγχη πεδιάς, οὔθ᾽ ὁ γηγενὴς
στρατὸς Γιγάντων οὔτε θήρειος βία,
1060οὔθ᾽ Ἑλλὰς οὔτ᾽ ἄγλωσσος οὔθ᾽ ὅσην ἐγὼ
γαῖαν καθαίρων ἱκόμην, ἔδρασέ πω:
γυνὴ δέ, θῆλυς φῦσα κοὐκ ἀνδρὸς φύσιν,
μόνη με δὴ καθεῖλε φασγάνου δίχα.
ὦ παῖ, γενοῦ μοι παῖς ἐτήτυμος γεγώς,
1065καὶ μὴ τὸ μητρὸς ὄνομα πρεσβεύσῃς πλέον.
δός μοι χεροῖν σαῖν αὐτὸς ἐξ οἴκου λαβὼν
ἐς χεῖρα τὴν τεκοῦσαν, ὡς εἰδῶ σάφα
εἰ τοὐμὸν ἀλγεῖς μᾶλλον ἢ κείνης ὁρῶν
λωβητὸν εἶδος ἐν δίκῃ κακούμενον.
1070ἴθ᾽, ὦ τέκνον, τόλμησον: οἴκτιρόν τέ με
πολλοῖσιν οἰκτρόν, ὅστις ὥστε παρθένος
βέβρυχα κλαίων, καὶ τόδ᾽ οὐδ᾽ ἂν εἷς ποτε
τόνδ᾽ ἄνδρα φαίη πρόσθ᾽ ἰδεῖν δεδρακότα,
ἀλλ᾽ ἀστένακτος αἰὲν εἱπόμην κακοῖς.
1075νῦν δ᾽ ἐκ τοιούτου θῆλυς ηὕρημαι τάλας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.