Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[315ε]
σὴν ἀρχὴν ἀφαιρούμεθά σε. σὺ δ᾽ εἰ μέν τι διὰ τοὺς λόγους τούτους ὠφελῇ, γιγνώσκεις αὐτός, ἀδικεῖς δ᾽ οὖν ἐμὲ τἀναντία τῶν γενομένων λέγων. ἅδην γὰρ ὑπὸ Φιλιστίδου καὶ ἄλλων πολλῶν πρὸς τοὺς μισθοφόρους καὶ εἰς τὸ Συρακουσίων πλῆθος διεβλήθην διὰ τὸ μένειν ἐν ἀκροπόλει, τοὺς δ᾽ ἔξωθεν, εἴ τι γίγνοιτο ἁμάρτημα, πᾶν εἰς ἐμὲ τρέπειν, σὲ φάσκοντας πάντα ἐμοὶ πείθεσθαι. σὺ δ᾽ αὐτὸς οἶσθα σαφέστατα τῶν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

