Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[363α]
Κρατίνῳ τῷ Τιμοθέου μὲν ἀδελφῷ, ἐμῷ δ᾽ ἑταίρῳ, θώρακα δωρησώμεθα ὁπλιτικὸν τῶν μαλακῶν τῶν πεζῶν, καὶ ταῖς κέβητος θυγατράσι χιτώνια τρία ἑπταπήχη, μὴ τῶν πολυτελῶν τῶν Ἀμοργίνων, ἀλλὰ τῶν Σικελικῶν τῶν λινῶν. ἐπιεικῶς δὲ γιγνώσκεις τοὔνομα κέβητος: γεγραμμένος γάρ ἐστιν ἐν τοῖς Σωκρατείοις λόγοις μετὰ Σιμμίου Σωκράτει διαλεγόμενος ἐν τῷ περὶ ψυχῆς λόγῳ, ἀνὴρ πᾶσιν ἡμῖν οἰκεῖός τε καὶ εὔνους.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

