This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[23]
μὴ σαφῶς δὲ μήτ᾽ αὐτοὺς τὴν ἀλήθειαν εἰδότας, μήτε τῶν μαρτύρων τοῦ τελευτήσαντος ἐπιτηδείων ὄντων, ἀλλὰ Χαριάδου τοῦ τἀλλότρια βουλομένου λαβεῖν, τί ἂν εἴη1 δικαιότερον ἢ τοῖς συγγενέσι τὰ τοῦ συγγενοῦς ψηφίζεσθαι; καὶ γὰρ εἴ τι οἵδε ἔπαθον, οὐδενὶ ἂν ἄλλῳ ἢ Νικοστράτῳ τὰ τούτων ἐγένετο2 : κατὰ γὰρ τὸ αὐτὸ γένος ἂν ἠμφισβήτει, ἀνεψιὸς ὢν αὐτοῖς ἐκ πατραδέλφων.

