This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[22]
ἐνθυμοῦνται γὰρ ὅτι κατορθώσασι μὲν <ἔσται>1 τὰ ἀλλότρια ἔχειν, διαμαρτοῦσι δὲ μικρὸς ὁ κίνδυνος: μαρτυρεῖν δὲ καὶ τὰ ψευδῆ τινες ἐθέλουσιν, οἱ δ᾽ ἔλεγχοι περὶ ἀφανῶν. συνελόντι πολὺ τὸ διαφέρον κατὰ γένος ἢ κατὰ δόσιν ἀμφισβητεῖν. ἀλλ᾽ ὑμᾶς χρή, ὦ ἄνδρες, πρῶτον μὲν τὰς διαθήκας σκοπεῖν, εἰ δοκοῦσι γενέσθαι: τοῦτο γὰρ οἵ τε νόμοι <ὑφ>ηγοῦνται καὶ δικαιότατόν ἐστι.

