Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
αἰαῖ αἰαῖ, ποίοις δ᾽ οἴκτοις
τὰν σὰν λύμαν ἐξαιάζεις;
οὐκ Ἰδαίοις ἱστοῖς κερκίδα
200δινεύουσ᾽ ἐξαλλάξω.
νέατον τεκέων σώματα λεύσσω,
νέατον ...
μόχθους ἕξω κρείσσους,
ἢ λέκτροις πλαθεῖσ᾽ Ἑλλάνων ...
(ἔρροι νὺξ αὕτα καὶ δαίμων.)
205ἢ Πειρήνας ὑδρευσομένα
πρόσπολος οἰκτρὰ σεμνῶν ὑδάτων.
τὰν κλεινὰν εἴθ᾽ ἔλθοιμεν
Θησέως εὐδαίμονα χώραν.
210μὴ γὰρ δὴ δίναν γ᾽ Εὐρώτα,
τὰν ἐχθίσταν θεράπναν Ἑλένας,
ἔνθ᾽ ἀντάσω Μενέλᾳ δούλα,
τῷ τᾶς Τροίας πορθητᾷ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.