Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἑκάβη
1240οὐκ ἦν ἄρ᾽ ἐν θεοῖσι πλὴν οὑμοὶ πόνοι
Τροία τε πόλεων ἔκκριτον μισουμένη,
μάτην δ᾽ ἐβουθυτοῦμεν. εἰ δὲ μὴ θεὸς
ἔστρεψε τἄνω περιβαλὼν κάτω χθονός,
ἀφανεῖς ἂν ὄντες οὐκ ἂν ὑμνήθημεν ἂν
1245μούσαις ἀοιδὰς δόντες ὑστέρων βροτῶν.
χωρεῖτε, θάπτετ᾽ ἀθλίῳ τύμβῳ νεκρόν:
ἔχει γὰρ οἷα δεῖ γε νερτέρων στέφη.
δοκῶ δὲ τοῖς θανοῦσι διαφέρειν βραχύ,
εἰ πλουσίων τις τεύξεται κτερισμάτων:
1250κενὸν δὲ γαύρωμ᾽ ἐστὶ τῶν ζώντων τόδε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.