previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

25.

ὅτι τὸ κατακαίειν τὰ ἱερὰ παρὰ Ἑλλήνων ἔμαθον Πέρσαι, τὴν αὐτὴν τοῖς προαδικήσασιν ἀποδιδόντες ὕβριν. [2]

ὅτι Κᾶρες ὑπὸ Περσῶν καταπονούμενοι ἐπηρώτησαν περὶ συμμαχίας εἰ προσλάβοιντο Μιλησίους συμμάχους. δὲ ἀνεῖλεν,“ πάλαι ποτ᾽ ἦσαν ἄλκιμοι Μιλήσιοι.
[3]

οὐ μὴν ἀλλ᾽ φόβος ἐγγὺς κείμενος ἐποίησεν αὐτοὺς ἐπιλαθέσθαι τῆς πρὸς ἀλλήλους φιλοτιμίας, πρὸς δὲ τὸ πληροῦν τὰς τριήρεις κατὰ τάχος συνηνάγκαζεν. [4]

ὅτι Ἑκαταῖος Μιλήσιος πρεσβευτὴς ἀπεσταλμένος ὑπὸ τῶν Ἰώνων, ἠρώτησε δι᾽ ἣν αἰτίαν ἀπιστεῖ αὐτοῖς Ἀρταφέρνης. τοῦ δὲ εἰπόντος, μήποτε ὑπὲρ ὧν καταπολεμηθέντες κακῶς ἔπαθον μνησικακήσωσιν, οὐκοῦν, ἔφησεν, εἰ τὸ πεπονθέναι κακῶς τὴν ἀπιστίαν περιποιεῖ, τὸ παθεῖν ἄρα εὖ ποιήσει τὰς πόλεις Πέρσαις εὐνοούσας. ἀποδεξάμενος δὲ τὸ ῥηθὲν Ἀρταφέρνης ἀπέδωκε τοὺς νόμους ταῖς πόλεσι καὶ τακτοὺς φόρους κατὰ δύναμιν ἐπέταξεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: