previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

19.

ὅτι τοῖς ἐπί τινων πραγμάτων διοριζομένοις ὡς οὐκ ἄν ποτε πραχθησομένων ἔοικεν ἐπακολουθεῖν ὡσανεί τις νέμεσις ἐλέγχουσα τὴν ἀνθρωπίνην ἀσθένειαν. [2]

ὅτι Μεγαβύζου τοῦ καὶ Ζωπύρου, φίλου ὄντος Δαρείου τοῦ βασιλέως, μαστιγώσαντος δ᾽ ἑαυτὸν καὶ τὰ περὶ τὸ πρόσωπον ἀκρωτήρια ἀποκόψαντος διὰ τὸ αὐτόμολον γενέσθαι καὶ Βαβυλῶνα προδοῦναι Πέρσαις, φασὶ βαρέως φέρειν τὸν Δαρεῖον καὶ εἰπεῖν βούλεσθαι τὸν Μεγάβυζον, εἰ δυνατὸν ἦν, ἄρτιον γενόμενον δέκα Βαβυλῶνας λαβεῖν ὑπὸ τὴν ἐξουσίαν, καίπερ ἀπράκτου τῆς ἐπιθυμίας οὔσης. [3]

ὅτι οἱ Βαβυλώνιοι στρατηγὸν εἵλαντο Μεγάβυζον, ἀγνοοῦντες ὅτι τὴν εὐεργεσίαν τῆς μελλούσης ἀκολουθεῖν ἀπωλείας οἱονεὶ δέλεαρ αὐτοῖς προθήσει. [4]

ὅτι τὸ ἀποτέλεσμα τῶν ἐπιτευγμάτων ἱκανόν ἐστι μαρτύριον τῶν προρρηθέντων. [5]

ὅτι τὸ Δαρεῖος τῆς Ἀσίας σχεδὸν ὅλης κυριεύσας τὴν Εὐρώπην ἐπεθύμει καταστρέψασθαι. τὰς γὰρ τοῦ πλείονος ἐπιθυμίας ἀπλήστους ἔχων καὶ τῷ μεγέθει τῆς Περσικῆς δυνάμεως πεποιθώς, περιελάμβανε τὴν οἰκουμένην, αἰσχρὸν εἶναι νομίζων τοὺς πρὸ αὐτοῦ βεβασιλευκότας καταδεεστέρας ἀφορμὰς κτησαμένους τὰ μέγιστα τῶν ἐθνῶν καταπεπολεμηκέναι, αὐτὸν δὲ τηλικαύτας ἔχοντα δυνάμεις ἡλίκας οὐδεὶς τῶν πρὸ αὐτοῦ ἔσχε μηδεμίαν ἀξιόλογον πρᾶξιν κατειργάσθαι. [6]

ὅτι οἱ Τυρρηνοὶ διὰ τὸν τῶν Περσῶν φόβον ἐκλιπόντες τὴν Λῆμνον ἔφασκον ὡς διά τινας χρησμοὺς τοῦτο ποιεῖν, καὶ ταύτην τῷ Μιλτιάδῃ παρέδωκαν. ταῦτα δὲ πράξαντος Ἕρμωνος τοῦ προεστηκότος τῶν Τυρρηνῶν, συνέβη τὰς τοιαύτας χάριτας ἀπ᾽ ἐκείνων τῶν χρόνων Ἑρμωνείους προσαγορευθῆναι.Const. Exc. 4, pp. 297-298.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: