Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[52]
ἐπειδὰν τοίνυν τις αὐτὸν ἔρηται ‘καὶ τί δίκαιον ἕξεις λέγειν πρὸς Νικόβουλον;’ μισοῦσι, φησίν, Ἀθηναῖοι τοὺς δανείζοντας: Νικόβουλος δ᾽ ἐπίφθονός ἐστι, καὶ ταχέως βαδίζει, καὶ μέγα φθέγγεται, καὶ βακτηρίαν φορεῖ: ταῦτα δ᾽ ἐστὶν ἅπαντα, φησίν, πρὸς ἐμοῦ. καὶ ταῦτ᾽ οὐκ αἰσχύνεται λέγων, οὐδὲ τοὺς ἀκούοντας οἴεται μανθάνειν ὅτι συκοφαντοῦντός ἐστι λογισμὸς οὗτος, οὐκ ἀδικουμένου.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

