Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
εἰ μὲν οὖν ἐπεπόνθει τι τούτων Πανταίνετος ὧν νῦν ἐγκαλεῖ, κατ᾽ ἐκείνους ἂν τοὺς χρόνους εὐθὺς ἐφαίνετό μοι δικαζόμενος, ἐν οἷς τὸ συμβόλαιον ἡμῖν πρὸς ἀλλήλους ἐγένετο, οὐσῶν μὲν ἐμμήνων τούτων τῶν δικῶν, ἐπιδημούντων δ᾽ ἡμῶν ἀμφοτέρων, ἁπάντων δ᾽ ἀνθρώπων εἰωθότων παρ᾽ αὐτὰ τἀδικήματα μᾶλλον ἢ χρόνων ἐγγεγενημένων ἀγανακτεῖν. ἐπειδὴ δ᾽ οὐδὲν ἠδικημένος, ὡς καὶ ὑμεῖς οἶδ᾽ ὅτι φήσετε, ἐπειδὰν τὰ πεπραγμέν᾽ ἀκούσητε, τῷ κατορθῶσαι τὴν πρὸς Εὔεργον δίκην ἐπηρμένος συκοφαντεῖ, ὑπόλοιπόν ἐστι παρ᾽ ὑμῖν, ὦ ἄνδρες δικασταί, ἐπιδείξανθ᾽ ὡς οὐδ᾽ ὁτιοῦν ἀδικῶ, καὶ μάρτυρας ὧν ἂν λέγω παρασχόμενον, πειρᾶσθαι σῴζειν ἐμαυτόν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

