Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[58]
καὶ μὴν εἴ τις ἐκεῖν᾽ ὑπολαμβάνει, ποῦ δὲ γένοιτ᾽ ἂν ταῦτα; τί κωλύει κἀμὲ λέγειν, τίς δ᾽ ἂν ἀποκτείναι Χαρίδημον; ἀλλὰ μὴ τοῦτο σκοπῶμεν: ἀλλ᾽ ἐπειδήπερ ἐστὶ τὸ φεῦγον ψήφισμα οὐκ ἐπ᾽ ἤδη γεγενημένῳ τινὶ πράγματι, ἀλλ᾽ ἐπὶ τοιούτῳ ὃ μηδ᾽ εἰ γενήσεται μηδεὶς οἶδεν, τὸ μὲν τοῦ μέλλοντος ἔσεσθαι κοινὸν ἀμφοῖν ὑπαρχέτω, πρὸς δὲ τοῦθ᾽ ὑποθέντες ἀνθρωπίνως τὰς ἐλπίδας οὕτω σκοπῶμεν, ὡς τάχ᾽ ἄν, εἰ τύχοι, καὶ τούτων κἀκείνων συμβάντων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

