Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[18]
ὧν μὲν τοίνυν ἕνεκ᾽ ἐρρήθη τὸ προβούλευμα, ἵνα κυρώσειεν ὁ δῆμος ἐξαπατηθείς, καὶ δι᾽ ἃ τὴν γραφὴν ἐποιησάμεθ᾽ ἡμεῖς ταυτηνί, βουλόμενοι κωλῦσαι, ταῦτ᾽ ἐστίν, ὦ ἄνδρες Ἀθηναῖοι. δίκαιον δ᾽ ἐστὶν ἴσως ἔμ᾽ ὑπεσχημένον τρί᾽ ἐπιδείξειν, ἓν μὲν ὡς παρὰ τοὺς νόμους τὸ ψήφισμ᾽ εἴρηται, δεύτερον δ᾽ ὡς ἀσύμφορόν ἐστι τῇ πόλει, τρίτον δ᾽ ὡς ἀνάξιος τυχεῖν τούτων ᾧ γέγραπται, πάντων αἵρεσιν ὑμῖν δοῦναι τοῖς ἀκουσομένοις, τί πρῶτον ἢ τί δεύτερον ἢ τί τελευταῖον βουλομένοις ἀκούειν ὑμῖν ἐστιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

