Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[211]
ἀλλὰ γὰρ ἐμπεσὼν εἰς τὰ πεπραγμένα τοῖς προγόνοις ὑμῶν ἔστιν ἃ τῶν ψηφισμάτων παρέβην καὶ τῶν πραχθέντων. ἐπανελθεῖν οὖν ὁπόθεν ἐνταῦθ᾽ ἐξέβην βούλομαι. ὡς γὰρ ἀφικόμεθ᾽ εἰς τὰς Θήβας, κατελαμβάνομεν Φιλίππου καὶ Θετταλῶν καὶ τῶν ἄλλων συμμάχων παρόντας πρέσβεις, καὶ τοὺς μὲν ἡμετέρους φίλους ἐν φόβῳ, τοὺς δ᾽ ἐκείνου θρασεῖς. ὅτι δ᾽ οὐ νῦν ταῦτα λέγω τοῦ συμφέροντος εἵνεκ᾽ ἐμαυτῷ, λέγε μοι τὴν ἐπιστολὴν ἣν τότ᾽ ἐπέμψαμεν εὐθὺς οἱ πρέσβεις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

